Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.240 Joseph. AJ 4.245 (English) >>Joseph. AJ 4.249

4.243μαρτυράμενος δὲ ὡς τάς τε δεκάτας κατὰ τοὺς Μωυσέος τελέσειε νόμους αἰτησάσθω τὸν θεὸν εὐμενῆ καὶ ἵλεων αὐτῷ διὰ παντὸς εἶναι καὶ κοινῇ πᾶσιν Ἑβραίοις διαμένειν, φυλάττοντα μὲν δέδωκεν αὐτοῖς ἀγαθὰ προσκτήσασθαι δὲ ὅσα δύναται χαρίζεσθαι. 4.244

Γαμείτωσαν δὲ ἐν ὥρᾳ γάμου γενόμενοι παρθένους ἐλευθέρας γονέων ἀγαθῶν, δὲ μὴ μέλλων ἄγεσθαι παρθένον μὴ ζευγνύσθω συνοικοῦσαν ἄλλῳ νοθεύσας μηδὲ λυπῶν τὸν πρότερον αὐτῆς ἄνδρα· δούλας δὲ μὴ γαμεῖσθαι τοῖς ἐλευθέροις, μηδʼ ἂν ὑπʼ ἔρωτος πρὸς τοῦτό τινες ἐκβιάζωνται, κρατεῖν δὲ τῆς ἐπιθυμίας τὸ εὐπρεπὲς καὶ τοῖς ἀξιώμασι πρόσφορον. 4.245ἔτι μηδὲ ἡταιρημένης εἶναι γάμον, ἧς διʼ ὕβριν τοῦ σώματος τὰς ἐπὶ τῷ γάμῳ θυσίας θεὸς οὐκ ἂν προσοῖτο· γένοιτο γὰρ ἂν οὕτω τῶν παίδων τὰ φρονήματα ἐλευθέρια καὶ πρὸς ἀρετὴν ὄρθια, εἰ μὴ τύχοιεν ἐκ γάμων φύντες αἰσχρῶν, μηδʼ ἐξ ἐπιθυμίας οὐκ ἐλευθερίας συνελθόντων. 4.246εἴ τις ὡς παρθένον μνηστευσάμενος ἔπειτα μὴ τοιαύτην εὕροι, δίκην λαχὼν αὐτὸς μὲν κατηγορείτω χρώμενος εἰς ἀπόδειξιν οἷς ἂν ἔχῃ τεκμηρίοις, ἀπολογείσθω δὲ τῆς κόρης πατὴρ ἀδελφὸς ὃς ἂν μετὰ τούτους ἐγγυτέρω δοκῇ τοῦ γένους. 4.247καὶ κριθεῖσα μὲν κόρη μὴ ἀδικεῖν συνοικείτω τῷ κατηγορήσαντι μηδεμίαν ἐξουσίαν ἔχοντος ἐκείνου ἀποπέμπεσθαι αὐτήν, πλὴν εἰ μὴ μεγάλας αἰτίας αὐτῷ παράσχοι καὶ πρὸς ἃς οὐδʼ ἀντειπεῖν δυνηθείη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.240 Joseph. AJ 4.245 (English) >>Joseph. AJ 4.249

Powered by PhiloLogic